Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.179 Joseph. AJ 8.183 (English) >>Joseph. AJ 8.187

8.181οὐδὲν γὰρ ἦν τις ἀργύρῳ ἐπίπρασκεν πάλιν ἐωνεῖτο, ἀλλὰ πολλαὶ γὰρ ἦσαν ναῦς, ἃς βασιλεὺς ἐν τῇ Ταρσικῇ λεγομένῃ θαλάττῃ καταστήσας παραγαγεῖν εἰς τὰ ἐνδοτέρω τῶν ἐθνῶν παντοίαν ἐμπορίαν προσέταξεν, ὧν ἐξεμπολουμένων ἄργυρός τε καὶ χρυσὸς ἐκομίζετο τῷ βασιλεῖ καὶ πολὺς ἐλέφας Αἰθίοπές τε καὶ πίθηκοι. τὸν δὲ πλοῦν ἀπιοῦσαί τε καὶ ἐπανερχόμεναι τρισὶν ἔτεσιν ἤνυον. 8.182

Φήμη δὲ λαμπρὰ πᾶσαν ἐν κύκλῳ τὴν χώραν περιήρχετο διαβοῶσα τὴν Σολόμωνος ἀρετὴν καὶ σοφίαν, ὡς τούς τε πανταχοῦ βασιλεῖς ἐπιθυμεῖν εἰς ὄψιν αὐτῷ παραγενέσθαι τοῖς λεγομένοις διʼ ὑπερβολὴν ἀπιστοῦντας, καὶ δωρεαῖς μεγάλαις προσεμφανίζειν τὴν περὶ αὐτὸν σπουδήν· 8.183ἔπεμπον γὰρ αὐτῷ σκεύη χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἁλουργεῖς ἐσθῆτας καὶ ἀρωμάτων γένη πολλὰ καὶ ἵππους καὶ ἅρματα καὶ τῶν ἀχθοφόρων ἡμιόνων ὅσους καὶ ῥώμῃ καὶ κάλλει τὴν τοῦ βασιλέως ὄψιν εὖ διαθήσειν ἐπελέγοντο, ὥστε τοῖς οὖσιν αὐτῷ πρότερον ἅρμασι καὶ ἵπποις ἐκ τῶν πεμπομένων προσθέντα ποιῆσαι τὸν μὲν τῶν ἁρμάτων ἀριθμὸν τετρακοσίοις περισσότερον, ἦν γὰρ αὐτῷ πρότερον χίλια, τὸν δὲ τῶν ἵππων δισχιλίοις, ὑπῆρχον γὰρ αὐτῷ δισμύριοι ἵπποι. 8.184ἤσκηντο δʼ οὗτοι πρὸς εὐμορφίαν καὶ τάχος, ὡς μήτʼ εὐπρεπεστέρους ἄλλους εἶναι συμβαλεῖν αὐτοῖς μήτε ὠκυτέρους, ἀλλὰ καλλίστους τε πάντων ὁρᾶσθαι καὶ ἀπαραμίλλητον αὐτῶν εἶναι τὴν ὀξύτητα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.179 Joseph. AJ 8.183 (English) >>Joseph. AJ 8.187

Powered by PhiloLogic